
Μικρό Απόδειπνο
Category : Ακολουθίες
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
(Τρισάγιον)
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρὶς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν, Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθαινείας ἡμῶν, ἕνεκεν του ὀνόματὸς Σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομὰ Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γεννηθήτω τὸ θέλημὰ Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ του πονηροῦ.
Κύριε, ἐλέησον ιβ’.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῳ Βασιλεῖ ἡμῶν Θεῶ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῳ Βασιλεῖ ἡμῶν Θεῶ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ Χριστῷ τῳ Βασιλεῖ καὶ Θεῶ ἡμῶν.
(Ψαλμὸς Ν’- 50)
Ἐλέησον με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημὰ μου. Ἐπὶ πλεῖον πλύνον με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισὸν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιὸν μου ἐστὶ δία παντός. σοι μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιὸν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῳ κρίνεσθαὶ Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσὰς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται οστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπὸν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα ἐυθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ του προσώπου Σου, καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλης ἀπ’ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν του σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξον με. Διδάξω ἀνόμους τὰς ὀδοὺς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σε ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν ἀίνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῳ Θεῶ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκία Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριὸν Σου μόσχους.
(Ψαλμὸς ‘ξθ -69)
Ὁ Θεὸς εἰς τὴν βοήθειὰν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθήσαι μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχὴν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοὶ μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντὲς μοι: Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ Σοί, πάντες οἱ ζητοῦντες σε, ὁ Θεός. Καὶ λεγέτωσαν δία παντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριὸν Σου. Ἐγὼ δὲ πτωχὸς εἰμὶ καὶ πένης, ὁ Θεός, βοήθησον μοι. Βοηθὸς μου, καὶ ῥύστης μου εἰ Σύ, κύριε, μὴ χρονίσῃς.
(Ψαλμὸς ‘ρμβ -142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησὶν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσὸν μου ἐν τῇ δικαιοσύνη Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ του δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιὸν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχὴν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωὴν μου. Ἐκάθισὲ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ηκηδίασεν ἐπ’ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σε τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῇ ἄνυδρὸς Σοι. Ταχὺ εἰσάκουσὸν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπὸν Σου ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησον μοι τὸ πρωὶ τὸ ἔλεος Σου, ὅτι ἐπὶ Σοι ἤλπισα. Γνώρισὸν μοι, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρὸς Σε ἤρα τὴν ψυχὴν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σε κατέφυγον, δίδαξον με του ποιεῖν τὸ θέλημὰ Σου, ὅτι Σὺ εἰ ὁ Θεὸς μου. Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν του ὀνόματὸς Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνη Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου. Καὶ ἐν τῳ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθροὺς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχὴν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.
(Δοξολογία)
Δόξα ἐν ὑψίστοις Θεῶ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν Σε, εὐλογοῦμεν Σε, προσκυνοῦμεν Σε, δοξολογούμεν Σε, εὐχαριστοῦμεν Σοι διὰ τὴν μεγάλην Σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ. Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς του Θεοῦ, ὁ Υἱὸς του Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν του κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας του κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐκ δεξιῶν του Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι Σὺ εἰ μόνος Ἅγιος, Σὺ εἰ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ, Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἑσπέραν εὐλογήσω Σε, καὶ αἰνέσω τὸ ὄνομὰ Σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα του αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεὰ καὶ γενεὰ. Ἐγὼ εἶπα, Κύριε, ἐλέησον με, ἴασαι τὴν ψυχὴν μου ὅτι ἥμαρτὸν Σοι. Κύριε, πρὸς Σε κατέφυγον, δίδαξον με του ποιεῖν τὸ θέλημὰ Σου, ὅτι Σὺ εἰ ὁ Θεὸς μου. Ὅτι παρὰ σοι πηγὴ ζωῆς, ἐν τῳ φωτὶ Σου ὀψόμεθα φῴς. Παράτεινον τὸ ἔλεος Σου τοῖς γινώσκουσὶ Σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ ἀινετόν καὶ δεδοξασμένον τὸ ὄνομὰ Σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεος Σου ἐφ’ ἡμᾶς καθάπερ ἠλπίσαμεν ἐπὶ Σε. Εὐλογητὸς εἰ, Κύριε, δίδαξον με τὰ δικαιώματὰ Σου. Εὐλογητὸς εἰ, Δέσποτα, συνέτισὸν με τὰ δικαιώματὰ Σου. Εὐλογητὸς εἰ Ἅγιε, φώτισον με τοῖς δικαιώμασὶ Σου. Κύριε, τὸ ἔλεος Σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς. Σοι πρέπει αἶνος, Σοι πρέπει ὕμνος, Σοι δόξα πρέπει, τῳ Πατρί, καὶ τῳ Υἱῷ, καὶ τῳ Ἁγίῳ Πνεύματι, νὺν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Τὸ σύμβολον τῆς πίστεως)
Πιστεύω εἰς ἔνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἔνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν του Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ του Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῲς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῳ Πατρί, δι’ οὐ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ δία τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἀγίου, καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτη ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόνται εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν του Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρίναι ζῶντας καὶ νεκρούς, Οὐ τῆς Βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν, Ἀγία, Καθολικήν, καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἒν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ Ἀνάστασιν νεκρῶν, καὶ ζωὴν του μέλλοντος αἰῶνος. Ἀμήν.
Ἀξιὸν ἐστὶν ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα του Θεοῦ ἡμῶν. Τὴν τιμιωτέρα τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.
(Τρισάγιον)
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρὶς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν, Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθαινείας ἡμῶν, ἕνεκεν του ὀνόματὸς Σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομὰ Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γεννηθήτω τὸ θέλημὰ Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ του πονηροῦ.
(Κύριε, ἐλέησον μ’ 40).
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὤρα, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν δία τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὤρα ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολὰς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις Σου ἀγγέλοις, ἵνα τῇ παρεμβολὴ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (τρὶς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.
Κύριε, ἐλέησον ιβ’ (12).
Καὶ σῶσον καὶ βοήθησον ἡμᾶς, Παναγία Παρθένε.
(Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον)
Ἄσπιλε, Ἀμόλυντε, Ἄφθορε, Ἄχραντε, Ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ Σου κυήσει ἑνώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν του γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα. Ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια. Ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς Σε προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον. Μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς, καὶ λόγοις, καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν του βίου ῥᾳθυμία γνώμη δοῦλον γενόμενον. Ἄλλως του Φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ’ ἐμοὶ τῳ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην Σοι δέησιν, καὶ τὸν Σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικὴ Σου παρρησία χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ καμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς Αὐτοῦ ἀγαθότητος, καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν Αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσὸ μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν τῳ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγούσα με. Καὶ ἐν τῳ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοωερὰ ἡμέρα τῆς Κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης του Σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. ᾟς καὶ τύχοιμι, Δέσποινὰ μου, Ὑπεραγία Θεοτόκε, δία τῆς Σὴς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπία του Μονογενοῦς Σου Υἱοῦ, του Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ω πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῳ ἀνάρχῳ Αὐτοῦ Πατρί, καὶ τῳ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῶ Αὐτοῦ Πνεύματι, νὺν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν)
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τπυ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας, καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθὼν, σβέσον τὰ πεπυρωμένα βέλη του πονηροῦ, τὰ καθ’ ἡμᾶς δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον, καὶ πὰν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμησον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῳ καιρῷ τῆς προσευχῆς, ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς Σου, καὶ τὴν μνήμην τῶν Σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν Σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομὰ Σου, του Πατρός, καὶ του Υἱοῦ, καὶ του Ἀγίου Πνεύματος, νὺν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῳ Υἱῷ Σου καὶ Θεῶ ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ δία Σου τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπὶς μου ὁ Πατήρ, καταφυγὴ μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἀγία, δόξα Σοι.
Τὴν πᾶσα ἐλπίδα μου εἰς Σε ἀνατίθημι, Μήτηρ του Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.
Ἐπὶ Σοι χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος. Ηγιασμένε Ναὲ καὶ Παράδεισε λογικέ, Παρθενικὸν καύχημα, ἐξ ᾗς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ Σὴν μήτραν θρόνον ἐποίησε καὶ τὴν Σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ Σοι χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα Σοι.
(Εὐχὴ εἰς τὸν φύλακα Ἄγγελον)
Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ἐμοῦ δία τὴν ἀκρασίαν μου. Μὴ δώης χώραν τῳ πονηρῷ δαιμόνι κατακυριεύσαι μου τῇ καταδυναστεία του θνητοῦ τούτου σώματος. Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρὸς μου, καὶ ὁδήγησον με εἰς ὁδὸν σωτηρίας. Ναί, Ἅγιε Ἄγγελε του Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστῆς τῆς ἀθλίας μου ψυχῆς καὶ του σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰ ἡμέρας τῆς ζωῆς μου, καὶ εἰ τι ἥμαρτον τὴν σήμερον ἡμέραν. Σκέπασον με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξον με ἀπὸ πάσης ἐπηρείας του ἀντικειμένου, ἵνα μὴ ἐν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν. Καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, του ἐπιστηρίξαι με ἐν τῳ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδείξαι με δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. ἀμήν.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σου. Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτῆρα ἔτεκες, τῶν ψυχῶν ἡμῶν. (τρὶς)
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.